| |||||||||||||||
Λουκ. ιε’ 11-32
Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷπατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸςἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶςἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰςἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων,ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Οὐκέτι εἰμὶἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶτὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι. ῏Ην δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳἤκουσε συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδωνἐπυνθάνετο τί εἴη ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸνἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦἐξελθὼν παρεκάλει αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦταἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτεἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν. ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶπάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.
Διαβάζουμε ἀπὸ τὸ Εὐαγγέλιο τὴν παραβολὴ τοῦ Ἀσώτου Υἱοῦ(Λούκ.15, 11-32). Ἡ παραβολὴ αὐτὴ μαζὶ μὲ τοὺς ὕμνους τῆς ἡμέρας, μᾶς παρουσιάζουν τὴ μετάνοια σὰν ἐπιστροφὴ τοῦ ἀνθρώπου ἀπὸ τὴἐξορία. Ὁ ἄσωτος γιός, πῆγε σὲ μιὰ μακρινὴ χώρα καὶ ἐκεῖ σπατάλησεὅ,τι εἶχε καὶ δὲν εἶχε. Μιὰ μακρινὴ χώρα. Εἶναι ὁ μοναδικὸς ὁρισμὸς τῆςἀνθρώπινης κατάστασης ποὺ θὰ ἔπρεπε νὰ ἀποδεχτοῦμε καθὼςἀρχίζουμε τὴν προσέγγισή μας στὸ Θεό. Ἕνας ἄνθρωπος ποὺ ποτὲ δὲν εἶχε αὐτὴ τὴν ἐμπειρία, ἔστω καὶ γιὰ λίγο, ποὺ ποτὲ δὲν αἰσθάνθηκεὅτι εἶναι ἐξόριστος ἀπὸ τὸ Θεὸ καὶ ἀπὸ τὴν ἀληθινὴ ζωή, αὐτὸς ποτὲδὲν θὰ καταλάβει τί ἀκριβῶς εἶναι ὁ Χριστιανισμός. Αὐτὸ τὸ αἴσθημα τῆς ἀποξένωσης ἀπὸ τὸ Θεό, ἀπὸ τὴν μακαριότητα τῆς κοινωνίας μαζί Του, ἀπὸ τὴν ἀληθινὴ ζωὴ ὅπως τὴ δημιούργησε καὶ μᾶς τὴν ἔδωσεἘκεῖνος. Νὰ παραδεχθῶ ὅτι ἔχω ἀμαυρώσει καὶ ἔχω χάσει τὴν πνευματική μου ὀμορφιά, ὅτι εἶμαι πολὺ μακριὰ ἀπὸ τὸ πραγματικό μου σπίτι, τὴν ἀληθινὴ ζωή.
Ἔλαβα ἀπὸ τὸ Θεὸ θαυμαστὰ πλούτη: πρῶτα ἀπ' ὅλα τὴ ζωὴ καὶ τὴδυνατότητα νὰ τὴ χαίρομαι, νὰ τὴν ὀμορφαίνω μὲ νόημα, ἀγάπη καὶγνώση. Ὕστερα - μὲ τὸ Βάπτισμα - ἔλαβα τὴ νέα ζωὴ ἀπὸ τὸν ἴδιο τὸΧριστό, τὰ δῶρα τοῦ Ἁγίου Πνεύματος, τὴν εἰρήνη καὶ τὴ χαρὰ τῆς οὐράνιας Βασιλείας. Καὶ ὅλα αὐτὰ τὰ ἔχασα, τὰ χάνω καθημερινά, ὄχι μόνο μὲ τὶς ἁμαρτίες, τὶς παραβάσεις, ἀλλὰ μὲ τὴν ἁμαρτία ὅλων τῶνἁμαρτιῶν: τὴν ἀπομάκρυνση τῆς ἀγάπης μου ἀπὸ τὸ Θεό, προτιμώντας τὴν μακρινὴ χώρα ἀπὸ τὸ ὄμορφο σπίτι τοῦ Πατέρα.Ἡ Ἐκκλησία ὅμως εἶναι ἐδῶ παροῦσα γιὰ νὰ μοῦ θυμίζει τί ἔχωἐγκαταλείψει, τί ἔχω χάσει.
Καί, καθὼς ἀναλογίζομαι, βρίσκω μέσα μου τὴν ἐπιθυμία τῆςἐπιστροφῆς καὶ τὴ δύναμη νὰ τὴ πραγματοποιήσω. Αὐτὸ καὶ μόνο αὐτό, εἶναι μετάνοια, νὰ ἀποκτήσω ξανὰ τὸ χαμένο σπίτι. «Θὰσηκωθῶ καὶ θὰ πάω στὸν πατέρα μου καὶ θὰ τοῦ πῶ. Πατέρα, ἁμάρτησα στὸν οὐρανὸ καὶ σὲ σένα, καὶ δὲν εἶμαι πλέον ἄξιος νὰ ὀνομασθῶ γιός σου».
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.Τῆς πατρῴας δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι, τὴν τοῦ Ἀσώτου φωνὴν κραυγάζω· Ἥμαρτον, ἐνώπιόν σου Πάτερ οἰκτίρμον· δέξαι με μετανοοῦντα, καὶ ποιήσόν με ὡς ἕνα τῶν μισθίων σου.
ΠΗΓΗ
http://www.synaxarion.gr/gr/sid/3016/sxsaintinfo.aspx
|
Σάββατο 3 Φεβρουαρίου 2018
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ
Εγγραφή σε:
Αναρτήσεις (Atom)